Ancient Greek
23.16 to 23.26
Documentary Papyri, P.Fam.Tebt. 23.16-26
Not analysed yet
ἐμποιήσεως διὰ παντός, καὶ πρὸς τὰ προκείμενα μηδὲν ἐνκαλέσειν μηδὲ ἀμφισβητήσειν μηδὲ ἐπελεύσεσθαι, ἐὰν δὲ ἐπέλθῃ ἢ ἐνκαλέσηι, ἡ ἔφοδος καὶ ἔνκλησις ἄκυρος ἔστω καὶ ἀποτείσειν τὴν Διδύμην τῷ Λυσιμάχωι τοῦ μὴ βεβαιοῖν ἢ μὴ παρέχηται παραχρῆμα ὅ τε εἴληφεν παραχωρητικὸν κεφάλαιον μεθʼ ἡμιολίας καὶ τὰ βλάβη διπλᾶ καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς χιλίας καὶ εἰς τὸ δημόσιον τὰς ἴσας καὶ μηδὲν ἧσσον, χωρὶς τοῦ τὰ ὡμολογημένα κύρια εἶναι καὶ ἀμετακίνητα διὰ παντός …τελεσθῆι. ἡ παραχώρησις κυρία ἔστω. ἀναγέγραπται διὰ Λουρίου τοῦ καὶ Ἀπολλωνίου τοῦ πρὸς τῶι γραφείωι κώμης Τεπτύνεως καὶ Κερκεσούχων Ὄρους ἔτους ἑβδόμου Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου Φαμενὼθ κζ. Διονυσίωι καὶ Ἡρακλείδηι γεγυμνασιαρχηκόσι βιβλιοφύλαξιν ἐνκτήσεων Ἀρσινοΐτου παρὰ Λυσιμάχου Διδύμου τοῦ Λυσιμάχου ἀναγραφομένου ἐπʼ ἀμφόδου Θαραπίας. χωρὶς ὧν ἀπεγραψάμην διὰ τῶν προτέρων προσαπογράφομαι καὶ ἃς παρακεχώρημαι διʼ ὑμῶν τῇ ἐνεστώσηι ἡμέρᾳ παρὰ Διδύμης Λυσιμάχου τοῦ Λυσιμάχου ἀναγραφομένης ἐπʼ ἀμφόδου Ταμείων ἀπογεγραμμένης τοῖς προτέροις κλήρου κατοικικοῦ ἀρούρας πέντε ἥμισυ τετρακαιεξηκοστὸν καὶ ἐπιβολῆς ὄγδοον τὰς ἐπὶ τὸ αὐτὸ ἀρούρας πέντε ἥμισυ ὄγδοον τετρακαιεξηκοστὸν ἐκ τοῦ πρὸς βορρᾶ μέρους διατεινούσας λιβὸς ἐπʼ ἀπηλιώτην ἀπὸ ἀρουρῶν δέκα ἡμίσους τετάρτου ἑκκαιδεκάτου περὶ Ἰβιῶνα Εἰκοσαπεντεαρούρων καθαρῶν ἀπὸ ὀφειλῆς πάσης καὶ διενγυήματος, παραχωρητικοῦ κεφαλαίου δραχμῶν δισχιλίων . διὸ ἐπιδίδωμι τὴν ἀπογραφήν. …γεγυμνασιαρχηκὼς διὰ Ἀπολλωνίου γραμματέως. κατακεχώρισται. ἔτους ἑβδόμου Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου Φαμενὼθ κζ.