Ancient Greek
24dupl.2.42 to 24dupl.3.70
Documentary Papyri, P.Fam.Tebt. 24dupl.2.42-24dupl.3.70
Not analysed yet
ὃν καὶ μεμενηκέναι πρὸς τῇ τάξει ἕως ἂν ἀμφότεροι τῷ ιγ ἔτει διʼ ἐπιστολὴν τοῦ Σιμίλεως ἀπολυθῶσι, τὸ δὲ παρὸν ζήτημα μὴ αὐτοῖς ἀνήκειν, ἀλλὰ τοῖς τοῦ τετελευτηκότος αὐτῶν γραμματέως Λεωνίδου κληρονόμοις, ἐκεῖνον γὰρ ἐπί τε τοῖς αὐτοῖς ἐνέχεσθαι σαλάριον τε λαμβάνοντα καὶ τ…ιν… πρ…ιτει τὴν παράληψιν τῶν βιβλίων τὴν παράδοσιν ποιήσασθαι, δίχα δὲ τῆς τοῦ πατρὸς αὐτῶν παραμονῆς ἕτερα βιβλία παρειληφέναι, ἀλλὰ καὶ κεκρίσθαι τὰ πράγματα, καὶ μετʼ ἄλλας ἰδίας κρίσεις …Ἀπολλώνιον τὸν στρατηγήσαντα τῆς Ἡρακλείδου μερίδος κεκρικέναι τὸν Λεωνίδην παραδοῦναι τοῖς νυνὶ βιβλιοφύλαξι, τῶν κληρονόμων τῶν προτέρων, τοῦ τελευτήσαντος αὐτῶν πατρὸς καὶ τοῦΕὐανγέλου, ἀποδιδόντων τὴν εἰς τὴν συγκόλλησιν δαπάνην ἣν συνόψει Δημήτριος γεγυμνασιαρχηκώς, ὃς ἐπιγνώσει εἴ τινα παρέλαβεν βιβλία ὁ Λεωνίδης δίχα τοῦ Ἡρακλείδου καὶ τοῦ Πάτρωνος ὧν τὴν σύνοψιν οὐκ ἐγχωρήσει εἰς τὸ διδόμενον δαπάνημα· καὶ τοῦ Δημητρίου μεταπερισπασθέντος εἰς δημοσίαν χρείαν, τὸν μετὰ τὸν Ἀπολώνιον στρατηγὸν Σαραπίωνα ἐπεσταλκέναι Ἰσιδώρῳ γεγυμνασιαρχηκότι τὰ αὐτὰ ἀπαρτίσαι, διʼ οὗ ἑστάσθαι τὴν εἰς τὴν συγκόλλησιν δαπάνην τῶν ὑπὸ τῶν πατέρων ἡμῶν παραληφθέντων, ἐφʼ οὗ καὶ τὸν Λεωνίδην ὑπεσχῆσθαι ποιήσειν, ὅπερ δαπάνημα ἀποδεδωκέναι τῷ Λεωνίδῃ, οὗ καὶ ἀποχὴν ἐσκηχέναι ἐπὶ τοῦ ιη ἔτους μηνὸς Φαμενώθ, ὡς κατὰ ταῦτα δεῖν Ἁρποκρατίωνα καὶ Ἀκουσίλαον, τοὺς τοῦ γραμματέως Λεωνίδου κληρονόμους, τὰ ζητούμενα ἀπαρτίσαι κατά τε τὰ συνφωνηθέντα πρὸς τὸν πατέρα αὐτῶν καὶ τὰ κεκριμένα. Ἁρποκρατίωνος καὶ Ἀκουσιλάου διὰ τῶν αὐτοῖς συνηγορούντων Γαίου καὶ Πασίωνος ῥητόρων εἰπόντων τὸν πατέρα αὐτῶν Λεωνίδην γραμματέα γεγονέναι τῶν βιβλιοφυλάκων ὀψωνίου καὶ μὴ δεῖν αὐτὸν ἐνέχεσθαι παραδόσει, πάντα μέντοι τὰ βιβλία παραδεδόσθαι ἔξω τῶν ἀνάρχων καὶ διεφθορότων καὶ σητοβρώτων, ἅπερ τὸν πατέρα αὐτῶν παρειληφέναι παρὰ κληρονόμων Πρωτογένους καὶ Ἰσιδώρου γεναμένων βιβλιοφυλάκων, Σουλπικίου Σιμίλεως τοῦ ἡγεμονεύσαντος οὕτως παρειληφέναι κελεύσαντος, τὴν δὲ παράληψιν γεγονέναι κινδύνωι τῶν αὐθεντῶν, κρίναντος τοῦτο διʼ ὑπομνηματισμῶν Λεωνίδου τοῦ στρατηγήσαντος· Ἀπολλώνιος·