Ancient Greek
P.Fam.Tebt. 27
Documentary Papyri, P.Fam.Tebt. 27
Not analysed yet
κζ ἔτους ἑπτακαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Φαῶφι κα ἐν Τεβτύνει τῆς Πολέμονος μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Ἡράκλεια Ἑρμοῦ ὡς ἐτῶν τριάκοντα ἐννέα ἄσημος μετὰ κυρίου τοῦ συνγενοῦς Λυσιμάχου τοῦ Λυσανείου ὡς ἐτῶν ἑβδομήκοντα δύο οὐλὴ τραχήλωι ἐκ δεξιῶν τῶι ἑαυτῆς ἀνδρὶ Ἡρακλείδηι τῶι καὶ Οὐαλερίωι Ἡρακλείδου ὡς ἐτῶν πεντήκοντα ἑπτὰ οὐλὴ γόνατι ἀριστερῶι, τὴν Ἡράκλειαν συνεστακέναι κατὰ τήνδε τὴν ὁμολογίαν τὸν ἄνδρα Ἡρακλείδην τὸν καὶ Οὐαλέριον πωλήσοντα ἐξ ὀνόματος αὐτῆς ταύτης διʼ αὐτοῦ τὴν ὑπάρχουσαν αὐτῆι Ἡρακλείᾳ οἰκογενῆ δούλην Ἀθηνάριον ταύτην τοιαύτην ἀναπόρριφον πλὴν ἐπαφῆς καὶ ἱερᾶς νόσου τῆι ἰδίᾳ αὐτοῦ Οὐαλερίου πίστει ἧς ἐὰν εὕρῃ τιμῆς τοῖς προσελευσομένοις ἀγορασταῖς, τῆς βεβαιώσεως πάσῃ βεβαιώσει ἐξακολουθούσης τῇ Ἡρακλείᾳ, ἣν δὲ ἐὰν ἀπολάβηι ὁ Οὐαλέριος τῆς Ἀθηναρίου τιμὴν παρακομιεῖται τῇ Ἡρακλείᾳ. τὰ διωμολογημένα κύρια. Ἡράκλεια Ἑρμοῦ μετὰ κυρίου τοῦ συνγενοῦς Λυσιμάχου Λυσανίου πεποίημαι τῷ ἀνδρί μου Ἡρακλείδῃ τῷ καὶ Οὐαλερίωι τὸ συστατικὸν πωλήσοντι τὴν δούλην Ἀθηνάριον καθὼς πρόκειται. Λυσίμαχος ἔγραψα καὶ ὑπὲρ αὐτῆς μὴ εἰδυίας γράμματα. Ἡρακλείδης ὁ καὶ Οὐαλέρις γέγονε εἴς με τὸ συστατικόν, καὶ ἣν ἐὰν λάβω τιμὴν ἀποκαταστήσω τῇ Ἡρακλείᾳ καθὼς πρόκειται. ἀναγέγραπται διὰ τοῦ ἐν Τεβτύνει γραφείου διὰ Λουρίου. συστατικὸν εἰς Οὐαλέριν.