Ancient Greek
P.Fam.Tebt. 34
Documentary Papyri, P.Fam.Tebt. 34
Not analysed yet
Λυσίμαχος ὁ καὶ Δίδυμος Ἡρακλείδου Ματίδιος ὁ καὶ Καλλιτέκνιος ὡς ἐτῶν κε ὑπὲρ υἱοῦ Ἡρακλείδου τοῦ καὶ Οὐαλερίου ἡμερῶν εἴκοσι εἰς μῆνα Θαργηλιῶνα Μεχεὶρ ιε τοῦ ἐνεστῶτος ιδ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου. γνωστῆρες Λυσανίας Διδύμου Ματίδιος ὁ καὶ Πλωτείνιος Δίδυμος Διδύμου Ματίδιος ὁ καὶ Καλλιτέκνιος Πτολεμαῖος Ἡρακλείδου Ὀσειραντινόειος ὁ καὶ Κλειτόριος. ἔτους τεσσαρεσκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς μηνὸς Θαργηλιῶνος Μεχεὶρ λ. πρύτανις· Μέσσιος Ἰουνιανός. Ἡρακλείδης Ἡρακλείδου σεσημείωμαι.