Ancient Greek
P.Fam.Tebt. 48 Vo
Documentary Papyri, P.Fam.Tebt. 48
Not analysed yet
…Ἀγαθῷ Δαίμονι στρατηγῷ Ἀρσινοΐτου Ἡρακλείδου μερίδος παρὰ Οὐαλερίου τοῦ καὶ Φιλαντινόου καὶ Φιλαντινόου τοῦ καὶ Ἡρώδου ἀμφοτέρων Φιλαντινόου τοῦ καὶ Νειλάμμωνος, καὶ Οὐαλερίου τοῦ καὶ Φιλαντινόου υἱοῦ Σαραπάμμωνος τοῦ καὶ Νιλάμμωνος, καὶ Φιλοσαράπιδος καὶ Ἡρακλείδου ἀμφοτέρων Λυσιμάχου, τῶν ε Ἀντινοέων. προσαπογραφόμεθα…των …ἀκολούθως ταῖς θείαις διατάξεσιν ὑπάρχειν ἡμῖν τοῖς ε ἐπʼ ἀμφόδου Ταμείων 𐅵μέρος οἰκίας καὶ αὐλῆς καὶ εἰσόδου καὶ ἐξόδου, καὶ ὁμοίως μόνῳ τῷ προκειμένῳ Οὐαλερίῳ τῷ καὶ Φιλαντινόου ὑπάρχειν ἄλλο η μέρος τῆς αὐτῆς οἰκίας καὶ αὐλῆς καὶ εἰσόδου καὶ ἐξόδου καὶ φρέατος, ὁμοίως καὶ ἐπʼ ἀμφόδου Θαραπείας ξδ μέρος οἰκίας καὶ αἰθρίου καὶ αὐλῆς ἐφʼ οὗ καὶ τῇ τοῦ κη ἔτους κατʼ οἰκίαν ἀπογραφῇ ἀπεγραψάμεθα. φθάνομεν δὲ ἀπογεγράφθαι ἐν τῇ Ἀντινόου πόλει σὺν τοῖς ἡμῶν εἰς ἃ ἀπογραφόμεθα τοὺς ὑπογεγραμμένους ἐνοίκους εἰς τὴν τοῦ διεληλυθότος ι ἔτους κατʼ οἰκίαν ἀπογραφὴν ἐπʼ ἀμφόδου Ταμείων. καὶ εἰσίν· Νεῖλος Πάτρωνος τοῦ Διδύμου μητρὸς Σαραπιάδος ἀπὸ τῆς μητροπόλεως ἐτῶν ν γέρδιος καὶ ἡ τούτου γυνὴ Εὐδαιμονὶς ἐπικεκλημένη Καλὴ ἐτῶν μδ ἀπογεγραμμένοι τῇ αὐτῇ ἀπογραφῇ ἐπὶ τοῦ αὐτοῦ ἐπαμφόδου Ταμείων· ἡ δὲ τούτων θυγάτηρ Ἑλένη ἀπεγράψατο σὺν τῷ ἀνδρὶ αὐτῆς Φιλοσαράπιδι Ἀντινοεῖ ἐν τῇ Ἀντινόου πόλει· καὶ Σαραπιάδην Ῥ…οκ… τοῦ Κρονίωνος μητρὸς Εὐδαιμονίδος ὁμοίως ἀπὸ τῆς μητροπόλεως ἐτῶν νζ ἀπογεγραμμένην τῇ αὐτῇ ἀπογραφῇ ἐπʼ ἀμφόδου Συριακῆς νυνὶ δὲ ἐπὶ Ταμίων. ἡ δὲ τῆς Σαραπιάδος θυγάτηρ Τυραννὶς ἡ καὶ Ἰσιδώρα Ἀντινοεὶς ἀπεγράψατο σὺν τῷ πατρὶ αὐτῆς Φιλαντινόῳ τοῦ καὶ Ἡρώδου Ἀντινοεῖ ἐν τῇ Ἀντινόου πόλει. καὶ δουλικὰ σώματα τῆς Σαραπιάδος· Ἐλπίδα νε…οκαταπλου ἐτῶν κϛ οὐλὴ ἀντικνημίῳ ἀριστερῷ, καὶ ἥμισυ μέρος δούλου Σαραπάμμωνος ἔνγονον Ἴσιδος τῆς καὶ Μέμφιδος ἐτῶν κ, οὗ τὸ ἕτερον ἥμισυ μέρος εἶναι Κρονιαίνης καὶ Ταόρσεως ἐπʼ ἀμφόδου Συριακῆς.