Ancient Greek
P.Fam.Tebt. 7
Documentary Papyri, P.Fam.Tebt. 7
Not analysed yet
ἔτους ἕκτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ …ἐν Τεβτύνει τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοΐτου. ὁμολογεῖ Διόσκορος ὁ καὶ Κάστωρ Κρονίωνος τοῦ Κάστορος ὡς ἐτῶν …τῶι τῆς τετελευτηκυίας αὐτοῦ μητρὸς Ἀπολλωναρίου τῆς Λυσιμάχου ὁμομητρίωι ἀδελφῶι Ἡρακλείδῃ Μάρωνος ὡς ἐτῶν ἑξήκοντα δύο ,οὐλὴ ὀφρύι ἀριστερᾷ ἀπέχειν αὐτὸν παρʼ αὐτοῦ Ἡρακλείδου διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου δραχμὰς τετρακοσίας μίαν ὀβολοὺς δύο ,αἵ εἰσιν τὸ ἐπιβάλλον αὐτῷ Διοσκόρωι τρίτον μέρος τῶν γενομένων παρὰ τῶι Ἡρακλείδῃ ἀργυρίου δραχμῶν χιλίων διακοσίων τεσσάρων οὐσῶν ἀπὸ τῶν συνκεχωρημένων ὑπὸ τῆς τοῦ Ἡρακλείδου μητρὸς Θαυβαρίου τῆς Μύσθου, ἣ τετελεύτηκεν, τῇ τοῦ Διοσκόρου μητρὶ Ἀπολλωναρίωι καθʼ ὁμολογίαν συνγραφοδιαθήκης τετελεσμένης διὰ τοῦ τῆς μητροπόλεως γραφείου ἔτει ἕκτῳ Δομιτιανοῦ μηνὸς Καισαρείου ἐπαγομένων ἕκτῃ …ηπ…παρʼ αὐτῆς …ἀργυρίου δραχμῶν δισχιλίων ,ἀκολούθως καὶ τῶι γεγονότι ὑπό τε τοῦ Ἡρακλείδου καὶ τῶν τούτου ὁμομητρίων ἀδελφῶν Ἀπολλωνίου καὶ Λυσιμάχου τοῦ καὶ Γαΐου χειρογράφωι περὶ τῶν αὐτῶν δραχμῶν δισχιλίων ,ὃ καὶ μένειν κύριον, πλὴν ἢ τῶν ἀποδιδομένων ὡς πρόκιται ὑπὸ τοῦ Ἡρακλείδου δραχμῶν τετρακοσίων μιᾶς ὀβολῶν δύο ,καὶ μὴ ἐπελεύσεσθαι τὸν Διόσκορον ἐπὶ τὸν Ἡρακλείδην μηδὲ περὶ ὧν ἀπέσχηκεν καθότι πρόκειται, μηδὲ περὶ τόκων τούτων μηδὲ περὶ ὧν ἀπέσχηκεν ὁ τούτου πατὴρ Κρονίων τόκων ἔτι ἐναφήλικος ὄντος τοῦ Διοσκόρου ἀπὸ τῶν ἔνπροσθεν χρόνων μέχρι τῆς ἐνεστώτης ἡμέρας. Διόσκορος ὁ καὶ Κάστωρ Κρονίωνος ὁμολογῶ ἀπέχειν παρὰ τοῦ Ἡρακλείδου τὰς προκιμένας δραχμὰς τετρακοσίας μίαν ὀβολοὺς δύο καὶ μὴ ἐπελεύσεσθαι μηδὲ περὶ τούτων μηδὲ περὶ τόκων μηδὲ περὶ ὧν ἀπέσχηκεν ὁ πατήρ μου …Κρονίων τόκων πάντων καθὼς πρόκιται. Ἡρακλείδης Μάρωνος, γέγονε εἴς με ἡ ἀποχὴ καθὼς πρόκειται. ἔτους ἕκτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ τοῦ κυρίου …ῃ ἀνεγράφη διὰ τοῦ ἐν Τεβτύνει γραφείου. ὁμολογία Διοσκόρου πρὸς Ἡρακλείδην. ἀποχή.