Ancient Greek
P.Fay. 107
Documentary Papyri, P.Fay. 107
Not analysed yet
…ι…σκ…β… ὑφείλαντο δέρματα αἴγεια τέσσαρα καὶ βότεια κώδεια τέσσαρα . ὧν χάριν ἀξιῶ συντάξαι τῶι τῆς κώμης ἐπιτρέχοντι ποιήσασθαι τὴν καθήκουσαν ἀναζήτησιν καὶ τοὺς φανέντας αἰτίους ἔχειν ἐν ἀσφαλείᾳ πρὸς τὴν δέουσαν ἐπέξοδον. διευτύχει Παποντῶς ὡς ἐτῶν νε οὐλὴ ὀφρύι δεξιᾷ. ἔτους ιη Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου, Ἀθὺρ κη.