Ancient Greek
P.Fay. 109
Documentary Papyri, P.Fay. 109
Not analysed yet
Πισάις Ἡρακλήῳ χαίρειν. ὅταν πρὸς ἀνάγκην θέλῃς παρʼ ἐμοῦ χρήσασθαί τι, εὐθύς σε οὐ κρατῶ, καὶ νῦν παρακληθεὶς τοὺς τρεῖς στατῆρας οὓς εἴρηκέ σοι Σέλευκος δοῦναί μοι ἤδη δὸς Κλέωνι, νομίσας ὅτι κιχρᾷς μοι αὐτούς, ἐάν σε δέῃ τὸ ἱμάτιόν σου θεῖναι ἐνέχυρον, ὅτι συνῆρμαι λόγον τῷ πατρὶ καὶ λελοιπογράφηκέ με καὶ ἀποχὴν θέλω λαβεῖν. Σέλευκος γάρ μου αὐτοὺς ὧδε ἐκκέκρουκε λέγων ὅτι συνέστακας ἑαυτῶι. καὶ νῦν παρακληθεὶς νομίσας ὅτι κιχρᾷς μοι αὐτοὺς μὴ κατάσχῃς Κλέωνα καὶ συνπροσγενοῦ Κλέωνι καὶ αἴτησον Σάραν τὰς τοῦ δραχμὰς ιβ. μὴ οὖν ἄλλως ποιήσῃς. ἔτους κ, Παῦνι κε. Ἡρακλήρωι