Ancient Greek
P.Fay. 121
Documentary Papyri, P.Fay. 121
Not analysed yet
Βελλῆνος Σαβῖνος Γεμείνωι τῶι ἰδίωι χαίρειν. εὖ ποιήσεις δοὺς Οὐηστείνωι εἰς τὸν ζυγὸν αὐτοῦ ζυγόδεσμον καινὸν στερεόν, ὃ καὶ ἀλείψεις ἐπιμελῶς, ἐκ τῶν ἐν τῆι κιβωτῶι τῶν ἀσκῶν ἧι ἔχεις παρὰ σοί, ὅπως ἀνερχόμενος ἀπενέγκῃ αὐτὸ ἐπεὶ τὸ αὐτοῦ κέκοπται. καὶ τὸ δέρμα τοῦ μόσχου οὗ ἐθύσαμεν αἴτησον παρὰ τοῦ κυρτοῦ βυρσέως. ἔρρωσο. ἐδόθη Παῦνι ϛ.