Ancient Greek
P.Fay. 124
Documentary Papyri, P.Fay. 124
Not analysed yet
Θεογίτων Ἀπολλωνίω χαίρειν. πάλιν …γράφειν σοι ……μαι φ… τῶν ἔργων σου …ισ…ς… μὴ εἰθισμένου μου τοῖς γράμμασι, καὶ νῦν οὖν πάλιν ἐπειράθην γράφειν σοι πρὶν ἤ τι περαιότερον ἐγχειρήσω ποιεῖν, ἐάνπερ μὴ εὐγνωμονῇς τὰ πρὸς τὴν μητέρα. πάνυ γάρ μοι δοκεῖς ἄφρων τις εἶναι τοῦ ὄντος μηνὸς μὴ φυλάσσειν σου τὴν δεξιάν, εἴπερ εἰ καὶ γράμματα μὴ ἦν ἀλλὰ τοῖς θεοῖς ἐστιν χάρις ὅτι οὐδεμία ἐστὶν πρόλημψις ἡμῖν γεγενημένη ἵνα δόξῃς ἄνευ νομίμων ἡμᾶς ἀπωθεῖσθαι. καὶ νῦν οὖν εἰ μὴ πίθῃ καὶ τὴν χορηγίαν τῇ μητρὶ εὐγνωμόνως ἀποδίδοις τὸ ἀκόλουθον τούτων ἔσται καὶ μετάμελόν σοι πάλιν εἰσοίσει ἡ πλεονεξία σου. μὴ γὰρ ὑπολάβῃς τὴν μητέρα σου περὶ τούτων ἠρεμεῖν. ἔρρωσο.