Ancient Greek
P.Fay. 131
Documentary Papyri, P.Fay. 131
Not analysed yet
…παρ …κρατωνος κριθῆς ἀρτάβας τριάκοντα ἓξ καὶ ποίησον αὐτὰς πραθῆναι ἐκ δραχμῶν ιδ, ἐπὶ πολλῶι χρόνῳ ἔχει αὐτὰς καὶ οὐκ ἠθέλησεν ἡμῶν τὸ ἔργον ποιῆσαι. ἐὰν τὸ ὕδωρ κατέλθῃ πάσῃ προθυμίᾳ χρῆσαι ἔστʼ ἂν τὸ ὑδροστάσιον γεμισθῇ, ἀλλὰ πάντως τὸ Δεκασίου τοῦ φίλου λάχανον πάντως πότισον. ἐὰν μὴ ᾖς ποτίσας, τὰ ταυρικὰ μὴ ἀργείτωι, τιλλήτω τ…ν…ωρων …η…τηνα…υρια καὶ ε…αρια διέπεμψα ν… ἐρρῶσθαί σε εὔχομαι. Σαραπίωνι.