Ancient Greek
P.Fay. 133
Documentary Papyri, P.Fay. 133
Not analysed yet
παρὰ Ἀλυπίου …ἀπέστειλα τὸν οἰκονόμον Ἡρακλείδην πρὸς σὲ καθὰ ἠξίωσας ἵνα τὴν διαταγὴν τῆς τρύγης ποιήσηται. ὑπερθοῦ δὲ ἡμερῶν δύο καὶ τριῶν ἵνα καὶ τὰ κοῦφά σοι συνδράμῃ ἀλλὰ καὶ ὁ οἶνος καλὸς γένηται, οἶδας γὰρ ὅτι ὁ καιρὸς νῦν ἐστιν ὀψιμώτερος, καθὼς καὶ ἐν τοῖς ἄλλοις κτηματίοις ἐποίησα. καθʼ αὐτὴν οὖν τὴν ὄψιν μὴ πισθεὶς οὖν τοῖς καρπώναις τὴν τρύγην ποίησαι καὶ οὕτως μοι ἐπίστειλον. ἔπεμψα δέ σοι καὶ ἀπολυσίδιον οἴνου εἰς τὴν τρύγην πρὸς σὲ μόνον …ἐρρῶσθαί σε εὔχομαι. Ἥρωνείνῳ φροντιστῇ Θρασώ. ἔτους ζ, Μεσορὴ ιη.