Ancient Greek
P.Fay. 135 Ro
Documentary Papyri, P.Fay. 135
Not analysed yet
Ἀγαθὸς Νὰφ πατρὶ χαίρειν. τοῦ καιροῦ καλέσαντος τὴν συγκομιδὴν οφ… σεαυτῷ τὸν χρε…ω… ἀποστεῖλαι ἵνα μὴ δόξῃ μοι στρατιώτας ἀποστεῖλαι ἐπὶ σε καὶ συνκλῃσθῇς ἄχρις ἂν πληρώσῃς. ἀλλὰ ἐπισπούδασον πληρῶσαι ἵνα ἡ φιλία διαμείνῃ μετʼ ἀλλήλων, καὶ μεταδότω ἀδελφὸς ἡμῶν Γεροντίῳ διὰ τὰ ἀργύρια ἃ ἔλαβες καὶ δέδωκας αὐτῷ. χρεωστεῖς γὰρ καὶ τοῦ πέρυσι λαχανοσπέρμου ἀρτάβην μίαν ἡμίσειαν . ἐρρῶσθαι εὔχομαι.