Ancient Greek
P.Fay. 24
Documentary Papyri, P.Fay. 24
Not analysed yet
Εὐδώρῳ στρατηγῷ Ἀρσινοίτου Θεμίστου καὶ Πολέμωνος μερίδων παρὰ Πουσεῖμις Ὀρσενούφεως τοῦ Πετεραίπιος ἀρχεφόδου ἐποικίου Δάμα. ὀμνύω τὴν Αὐτοκράτορος Καίσαρος Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς τύχην προτεθεικέναι ἐν τῷ ἐποικίῳ ἀντίγραφον ἐπιστολῆς γραφείσης ὑπὸ τοῦ λαμπροτάτου ἡγεμόνος Σεμπρωνίου Λιβεράλιος περὶ τῶν ἐπιξένων καταμενόντων ἐν τῷ ἐποικίῳ ὥστε αὐτοὺς εἰς τὴν ἰδίαν ἀνέρχεσθαι, καὶ μηδὲν διεψεῦσθαι ἢ ἔνοχος εἴην τῷ ὅρκῳ. Πουσεῖμις ἐτῶν λ οὐλὴ ποδὶ ἀριστερῷ. ἐγράφη διὰ Σα…ς νομογράφου ἐπακολουθοῦντος Διοδώρου ὑπηρέτου, φαμένου μὴ εἰδέναι γράμματα. ἔτους κβ Ἀντωνείνου Καίσαρος τοῦ κυρίου, Φαῶφι λ.