Ancient Greek
P.Fay. 33
Documentary Papyri, P.Fay. 33
Not analysed yet
Φωκίωνι στρατηγῷ Ἀρσινοίτου Θεμίστου καὶ Πολέμωνος μερίδων καὶ Λεωνίδῃ βασιλικῷ γραμματεῖ Θεμίστου μερίδος καὶ κωμογραμματεῖ Εὐημερείας παρὰ Πτολλαροῦτος τῆς Πτολεμαίου τοῦ Πτολεμαίου ἀπὸ κώμης Θεαδελφείας διὰ φροντιστοῦ Διοσκόρου Ἥρωνος. ἀπογράφομαι κατὰ τὰ κελευσθέντα ὑπὸ τοῦ λαμπροτάτου ἡγεμόνος τὰς ὑπαρχούσας μοι περὶ κώμην Εὐημερείαν ἠβροχηκυίας πρὸς τὸ ἐνεστὸς η ἔτος Ἀντωνίνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν Ἀρμενιακῶν Μηδικῶν Παρθικῶν Μεγίστων ἀρούρας β ϛ, αἱ οὖσαι διὰ σωματισμοῦ εἰς Ταρεῶτιν Ἀκουσιλάου Φωκίων στρατηγὸς διὰ Ἀλεξάνδρου βοηθοῦ ἐσημειωσάμην Ἐπεὶφ ιϛ. Λεωνίδης βασιλικὸς γραμματεὺς διὰ Ἁρποκρατίωνος Βοηθοῦ σεσημείωμαι.