Ancient Greek
P.Fay. 39
Documentary Papyri, P.Fay. 39
Not analysed yet
Νίκωνι Ἀρείου μισθωτῇ τέλους ἱεροβουκόλων παρὰ Κάστορος Κάστορος καὶ Ὡρίωνος Χαιρήμονος καὶ Ἥρωνος ἀπάτορος μητρὸς Διδύμης καὶ Νικάνδρου Ὠριγένους διὰ τοῦ πατρὸς Ὠριγένους καὶ Ἰσᾶ Μελανᾶ καὶ Διοσκόρου Ἥρωνος καὶ Πετεσούχου Διοσκόρου καὶ Μαλλαῖ Πνεφερῶτος τῶν ὀκτὼ καὶ τῶν λοιπῶν πρεσβυτέρων κώμης Θεαδελφίας. ἐπιζητοῦντί σοι ἐκ τίνος ἀπαιτεῖται τὸ προκείμενον ἀπότακτον δηλοῦμεν ὀφείλειν ἀπαιτεῖσθαι τὸ ἀπότακτον τοῦτο ἐκ Χαιρήμονος Ἰεμούθου. Κάστωρ ἐνδέδωκα. Ἥρων συνεπιδέδωκα. Νίκανδρος διὰ τοῦ πατρὸς Ὠριγένους συνεπιδέδωκα. Ἰσᾶς Μελανᾶ ὡς ἐτῶν μ οὐλὴ ἀντικνημίῳ ἀριστερῷ. Διόσκορος Ἥρωνος ὡς ἐτῶν …οὐλὴ κανθῷ δεξιῷ. Πετεσοῦχος Διοσκόρου ὡς ἐτῶν γ… οὐλὴ δακτύλῳ μικρῷ χειρός Μαλλαῖς Πνεφερῶτος ὡς ἐτῶν κδ οὐλὴ ἀντικνημίῳ δεξιῷ. ἔτους κγ Αὐρηλίου Κομμόδου Ἀντωνίνου Σεβαστοῦ, Φαρμοῦθι κη.