Ancient Greek
P.Fay. 41
Documentary Papyri, P.Fay. 41colii
Not analysed yet
Ἀπολλωτᾷ στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Διοσκόρου ἐν κλήρῳ καὶ μετόχων πρακτόρων ἀργυρικῶν Ἡφαιστιάδος. λόγος ἐν κεφαλαίῳ τῶν διαγεγραμμένων ἡμῖν εἰς ἀρίθμησιν μηνὸς Φαρμοῦθι τοῦ ἐνεστῶτος κϛ ἔτους Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνείνου Σεβαστοῦ. ἔστι δέ· διοικήσεως ναυβίου κατοίκων δραχμαὶ ρμ, προσδιαγραφόμενα δραχμαὶ ιδ, συμβολικὰ τριώβολον, γίνονται δραχμαὶ ρνδ τριώβολον, ἀπομοίρας κε ἔτους δραχμαὶ τ, ναυβίου δραχμαὶ ιε, προσδιαγραφόμενα δραχμαὶ ξγ, ἐπαρουρίου δραχμαὶ σξ, προσδιαγραφόμενα κ, κολλύβου δραχμαὶ ια, συμβολικὰ τριώβολον, γίνονται δραχμαὶ χξθ τριώβολον. καὶ ἐπὶ τὴν δημοσίαν τράπεζαν δραχμαὶ τζ πεντώβολον. γίνονται ἐπὶ τὸ αὐτὸ δραχμαὶ Αρλα. ἔτους κϛ, Παχὼν κε.