Ancient Greek
P.Fay. 45
Documentary Papyri, P.Fay. 45
Not analysed yet
ἔτους λθ Καίσαρος, Παχὼν λ, διέγραψε Θέων Μύσθου Ἡρακλᾷ τῶι παρὰ Τρύφωνος γυ… συντάξιμον τοῦ αὐτοῦ ἔτους Θεαδελφείας ἀργυρίου δραχμὰς εἴκοσι ὀκτώ, γίνονται δραχμαὶ κη, καὶ Παῦνι δ τοῦ αὐτοῦ ἔτους δραχμὰς δέκα δύο, γίνονται δραχμαὶ ιβ. ἔτους μ Καίσαρος …κ, ὑπὲρ τοῦ ἐνάτου καὶ τριακοστοῦ ἔτους δραχμὰς τέσσαρας ἡμιώβολον χαλκοῦς β, γίνονται δραχμαὶ δ ἡμιώβολον χαλκοῖ β.