Ancient Greek
P.Fay. 53
Documentary Papyri, P.Fay. 53
Not analysed yet
ἔτους τεσσαρεσκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Νερούα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ, Φαῶφι μετὰ λόγον κϛ, διέγραψε διὰ Φλαυίου Ἡλιοδώρου καὶ Ἀραβίωνος πρακτόρων Βελλῆς ἄλλος μητρὸς τῆς αὐτῆς συντάξιμον τοῦ αὐτοῦ ἔτους Θεαδελφίας δραχμὰς ὀκτώ, γίνονται δραχμαὶ η, φυλακῆς δραχμὴν μίαν διώβολον, ἐπιμερισμοῦ ἀπόρων τρεισκαιδεκάτου ἔτους δραχμὰς δύο ἡμιώβολον δεσμοφυλάκων ἡμιώβολον χαλκοῦς β, δαπάνης διπλῶν ἡμιώβολον ,Ἀθὺρ μετὰ λόγον κϛ δραχμὰς τέσσαρας ἡμιώβολον χαλκοῦς β, ὑικῆς δραχμὴν μίαν ὀβολὸν, γίνονται δραχμαὶ δ ἡμιώβολον χαλκοῖ β, ὑικῆς δραχμὴν α ὀβολὸν, Μεχεὶρ κε δραχμὰς δέκα δύο, γίνονται δραχμαὶ ιβ, Παχὼν μετὰ λόγον κγ δραχμὰς δέκα δύο, γίνονται δραχμαὶ ιβ, Ἐπεὶφ μετὰ λόγον κδ δραχμὰς ὀκτώ, γίνονται δραχμαὶ η.