Ancient Greek
P.Fay. 59
Documentary Papyri, P.Fay. 59
Not analysed yet
ἔτους ιη Αὐρηλίων Ἀντωνίνου καὶ Κομμόδου τῶν κυρίων Σεβαστῶν, Ἐπεὶφ ϛ, διέγραψε Σαραπίωνι ἐγλήμπτορι κοπῆς καὶ χειρωναξίου Διονύσιος Διδύμου ἀπὸ ἀμφόδου Λινυφείων …β ἐν κώμῃ Θεαδελφείᾳ ὑπὲρ χειρωναξίου τοῦ αὐτοῦ ἔτους ἐπὶ λόγου ἀργυρίου δραχμὰς ὀκτώ, γίνονται δραχμαὶ η. καὶ ιθ ἔτους, Ἀθὺρ ιγ, διέγραψεν ὑπὲρ τοῦ διεληλυθότος ιη ἔτους διὰ Ἰσιδώρου βοηθοῦ ἄλλας δραχμὰς πέντε …βολον ἡμιωβέλιον .