Ancient Greek
P.Fay. 62
Documentary Papyri, P.Fay. 62
Not analysed yet
ἔτους ὀκτωκαιδεκάτου Τραιανοῦ Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου, Τῦβι κε, ἐν ἀγορᾷ Κερκεσούχων, διέγραψε τέλος βοὸς Σαβείνη Νεφερᾶ ἧς ἐώνηται παρὰ Πετεωῦτος τοῦ Ἡρακλήου ἀπὸ Σούρεως τιμῆς ἀργυρίου δραχμῶν τεσσαράκοντα τεσσάρων, γίνονται δραχμαὶ μδ.