Ancient Greek
P.Fay. 85
Documentary Papyri, P.Fay. 85
Not analysed yet
Αὐρήλιοι Ὡρείων ἐξηγητεύσας πρυτανεύσας καὶ Ἡρᾶς γυμνασιαρχήσας καὶ Τούρβων κοσμητεύσας καὶ ἐξηγητεύσας βουλευταὶ καὶ Σερῆνος γυμνασιαρχήσας πάντες τῆς Ἀρσινοιτῶν πόλεως δεκάπρωτοι ϛ καὶ η τοπαρχίας Θεμίστου. ἐμετρήθησαν ἐν θησαυρῷ κώμης Θεαδελφίας ἀπὸ γενημάτων γ ἔτους ὑπὲρ δημοσίων αὐτῆς ὀνόματος Πατερεῦτος ἀπάτορος μέτρῳ δημοσίῳ ξυστῷ πυροῦ ἀρτάβαι ἑξήκοντα ἥμισυ τέταρτον, γίνονται ἀρτάβαι ξ 𐅵δ, κριθῆς ἀρτάβαι ϛ 𐅵δ, καὶ ὑπὲρ κατοίκων τῆς αὐτῆς πυροῦ ἀρτάβαι τρεῖς, γίνονται ἀρτάβαι γ· ἔσχομεν δὲ …τοῦ πυροῦ τοὺς ὀβολούς. ἔτους δ Αὐτοκράτορος Καίσαρος Μάρκου Ἰουλίου Φιλίππου Εὐσεβοῦς Εὐτυχοῦς καὶ Μάρκου Ἰουλίου Φιλίππου γενναιοτάτου καὶ ἐπιφανεστάτου Καίσαρος Σεβαστῶν, Τῦβι κγ. Αὐρήλιος Σερῆνος γυμνασίαρχος σεσημείωμαι. Αὐρήλιος Τούρβων κοσμητὴς καὶ ἐξηγητεύσας βουλευτὴς σεσημείωμαι.