Ancient Greek
P.Fay. 87
Documentary Papyri, P.Fay. 87
Not analysed yet
ἔτους ιη Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς, Μεχεὶρ κζ. ἐποίησεν ἐπὶ τὴν Τίτου Φλαουίου Εὐτυχίδου τράπεζαν Εὐδαίμων Σαραπίωνος καὶ μέτοχοι ἐπιτηρηταὶ ὑπαρχόντων οἴκου πόλεως Ἀλεξανδρέων πρότερον Ἰουλίου Ἀσκληπιάδου φιλοσόφου ὄντων περὶ κώμην Εὐημερείαν εἰς φόρον ιζ ἔτους τάλαντον ἓν καὶ δραχμὰς τετρακισχιλίας ἐπὶ τῷ τὸ ἴσον ἐν Ἀλεξανδρείᾳ δοθῆναι τῷ ἐπὶ τῶν στεμμάτων προκεχειρισμένῳ, γίνονται τάλαντον α δραχμαὶ Δ. Ἐπεὶφ η, ὁ αὐτὸς καὶ μέτοχοι ὁμοίως εἰς φόρον ιζ ἔτους τάλαντον ἕν καὶ δραχμὰς χιλίας τετρακοσίας, γίνονται ὡς πρόκειται τάλαντον α δραχμαὶ Αυ. ιθ ἔτους, Φαῶφι ι, ὁ αὐτὸς καὶ μέτοχοι ὁμοίως εἰς φόρον ιη ἔτους δραχμὰς χιλίας, γίνονται ὡς πρόκειται δραχμαὶ Α. Ἁδριανοῦ η ὁ αὐτὸς καὶ μέτοχοι ὁμοίως εἰς φόρον ιη ἔτους δραχμὰς χιλίας ὀκτακοσίας, γίνονται ὡς πρόκειται δραχμαὶ Αω. Φαμενὼθ ζ, ὁ αὐτὸς καὶ μέτοχοι εἰς φόρον ιη ἔτους δραχμὰς δισχιλίας, γίνονται ὡς πρόκειται δραχμαὶ Β. Ἐπεὶφ ε, ὁ αὐτὸς καὶ μέτοχοι εἰς φόρον ιη ἔτους δραχμὰς δισχιλίας, γίνονται ὡς πρόκειται δραχμαὶ Β. κ ἔτους, Φαῶφι ε ὁ αὐτὸς καὶ μέτοχοι εἰς φόρον ιη ἔτους δραχμὰς χιλίας …κοσίας, γίνονται ὡς πρόκειται δραχμαὶ Α…