Ancient Greek
P.Fay. 89
Documentary Papyri, P.Fay. 89
Not analysed yet
ἔτους ὀγδόου καὶ τριακοστοῦ τῆς Καίσαρος κρατήσεως θεοῦ υἱοῦ, μηνὸς Ἀρτεμισίου ἕκτῃ Φαμενὼθ ἕκτῃ, ἐν Πηλουσίῳ τῆς Θεμίστου μερίδος τοῦ νομοῦ. ἔτους λη Καίσαρος, Φαμενὼθ ϛ, ἀναγέγραπται ἐν Πηλουσίου γραφείῳ …ρε. Πεθεὺς Πάτρωνος Πέρσης τῆς ἐπιγονῆς ὁμολόγω ἔχειν παρὰ Ἀκουσιλάου τοῦ Θέωνος παραχρῆμα τιμὴν λαχανωσπέρμου νέου καθαροῦ ἀδόλου ἀρταβῶν δύο ἡμίσους καὶ κριθῆς ἀρταβῶν ἓξ ἡμίσους ,πάντα δὲ ἀποδώσω ἐν μηνὶ Παῦνι τοῦ ἐνεστῶτος ὀγδόου καὶ τριακοστοῦ ἔτους Καίσαρος ἐν Πηλουσίῳ μέτρωι τετάρτωι. ἐὰν δὲ μὴ ἀποδῶ ἐκτίσω τοῦ μὲν λαχανωσπέρμου ἑκάστης ἀρταβῶν ἀρτάβας δέκα τῆς δὲ κριθῆς ἀρτάβας …