Ancient Greek
P.Fay. 93
Documentary Papyri, P.Fay. 93
Not analysed yet
Κάστορι Ἀντιφίλου Σωσικοσμίῳ τῷ καὶ Ἀλθαιεῖ παρὰ Σαραπίωνος Ἀρτεμιδώρου τοῦ Πτολεμαίου ἀπὸ ἀμφόδου Χηνοβοσκίων Ἑτέρων. βούλομαι μισθώσασθαι παρὰ σοῦ τὴν μυροπωλικὴν καὶ ἀρωματικὴν ἐργασίαν θέλων ἀπὸ τοῦ ἐπιβάλλοντός σοι ἡμίσους μέρους τέταρτον μέρος Θεμίστου μερίδος χωρὶς ἀγορῶν σὺν πανηγύρεσιν πρὸς μόνον τὸ ἐνεστὸς β ἔτος φόρου τοῦ παντὸς ἀργυρίου δραχμῶν τεσσεράκοντα πέντε ,ὧν καὶ τὴν διαγραφὴν ποιήσομαι κατὰ μῆνα τὸ αἱροῦν ἐξ ἴσου ἐὰν φαίνηται μισθῶσαι. Κάστωρ Ἀντιφίλου μεμίσθωκα καθὼς πρόκιται. ἔτους Ἀντωνίνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν, Θὼθ ε.