Ancient Greek
P.Flor. 1 10
Documentary Papyri, P.Flor. 1 10
Not analysed yet
Αὐρηλίῳ Ἀππιανῷ ἐξηγητεύσαντι βουλευτῇ τῆς λαμπροτάτης πόλεως τῶν Ἀλεξανδρέων διὰ Αὐρηλίου Νίννου καὶ ὡς χρηματίζει παρὰ Αὐρηλίου Ἥρωνος υἱοῦ Σύρου κεκοσμητευκότος βουλευτοῦ τῆς Ἀρσινοιτῶν πόλεως. βούλομαι μισθώσασθαι …ει πρὸς ἱερῷ Πετεσουχείῳ ἐν τῇ ……ια περιστερεῶνας β καὶ κέλλαν μίαν ἐπὶ χρόνον ἔτη τρία ἀπὸ τοῦ ὄντος μηνὸς Τῦβι τοῦ ἐνεστῶτος α ἔτους φόρου τοῦ παντὸς κατʼ ἔτος ἕκαστον τῶν ἴσων καὶ προτελουμένων μ… …Ἀφροδισίου καὶ Σερήνου τοῦ καὶ Κατίλου ἀργυρίου δραχμῶν τετρακοσίων καὶ ἐξαιρέτων …δύο ἑκατὸν ἀνυπολόγων καὶ ἀκινδύνων.