Ancient Greek
P.Flor. 1 19
Documentary Papyri, P.Flor. 1 19
Not analysed yet
Αὐρηλίῳ Ἑρμείᾳ γυμνασιαρχήσαντι βουλευτῇ τῆς Ἀρσινοιτῶν πόλεως δεκαπρώτῳ β καὶ δ τοπαρχιῶν Θεμίστου μερίδος παρὰ Αὐρηλίου Εἰρηναίου Εἰρηναίου ἀπὸ ἀμφόδου Ἑλληνίου. βούλομαι μισθώσασθαι παρὰ σοῦ ἐν πεδίοις κώμης Ἀνδρομαχίδος δημοσίας γῆς ἐπὶ τῆς κα σφραγῖδος πρότερον Αὐνῆ καὶ Σαραπίωνος ἀναχωρησάντων ἄρουρας …η ὅσαι ἐὰν ὦσι πρὸς μόνον τὸ ἐνεστὸς ἕκτον ἔτος ἐκφορίου τοῦ παντὸς πυροῦ ἀρταβῶν εἰκοσιτεσσάρων ἐφʼ ἅλω μέτρῳ δρόμῳ τετραχοινίκῳ ἐν μηνὶ Παῦνι τῶν δημοσίων πάντων σιτικῶν τε καὶ ἀργυρικῶν ὄντων πρὸς σὲ τὸν Ἑρμείαν· ἐφʼ ᾧ ἐπιτελέσω τὰ τοῦ ἔτους ἔργα πάντα καὶ μετὰ τὸν χρόνον παραδώσω τὰς ἀρούρας ἀπὸ καλάμης ἀγρώστεως δείσης πάσης ἐὰν φαίνηται μισθῶσαι. Αὐρηλίος Ἑρμίας γυμνασιαρχήσας βουλευτὴς μεμίσθωκα ὡς πρόκιται πυροῦ ἀρταβῶν εἰκοσιτεσσάρων, γίνονται πυροῦ ἀρτάβαι κδ. ἔτους ϛ Αὐτοκρατόρων Καισάρων Μάρκων Ἰουλίων Φιλίππων Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν Φαῶφι κδ.