Ancient Greek
P.Flor. 1 23
Documentary Papyri, P.Flor. 1 23
Not analysed yet
Πολυδεύκης Πολυδεύκους Τοθῆτι Τερεῦτος γεωργῷ χαίρειν. ἀπέχω παρὰ σοῦ διὰ Φλαυίου Ἡρακλήου τὸν ἀργυρικὸν φόρον ἣν γεωργεῖς μου ἀρούρης μίας ἡμίσους ἐκ τοῦ Λίβυος κλήρου κωμογραμματείας Βῶυ γενήματος τοῦ ἐνεστῶτος ὀγδόου ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ἀργυρίου δραχμὰς ἑξήκοντα δύο, γίνονται ἀργυρίου δραχμαὶ ξβ, καὶ οὐδέν σοι ἐγκαλῶ τῶν δημοσίων τῆς γῆς ὄντων πρὸς ἐμὲ τὸν γεοῦχον. ἔτους η Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Ἐφεὶπ κϛ.