Ancient Greek
P.Flor. 1 27
Documentary Papyri, P.Flor. 1 27
Not analysed yet
Αὐρηλία Θεοδοσία Ἀπίωνος κληρονόμοις Τιμοθέου χαίρειν. πεπλήρωμαι παρὰ ὑμῶν τὸν φόρον τῶν ἑπτὰ ἀρουρῶν ἀφʼ ὧν ἐγεώργησεν ὁ πατὴρ ὑμῶν τόν τε σιτικὸν καὶ ἀρακικὸν ἐκ πλήρους καὶ μηδενὰ λόγον ἔχω πρὸς ὑμᾶς ὑπὲρ ιβ ἰνδικτίονος Θὼτ ιε. ἡ ἀποχὴ κύρια. καὶ ἐπερωτηθεῖσα ὡμολόγησα. Αὐρηλία Θεοδοσία Ἀπίωνος ἐξέδωκα τὴν ἀποχὴν καὶ ἔστιν μου ἰδιόγραφον.