Ancient Greek
P.Flor. 1 2 col. 10
Documentary Papyri, P.Flor. 1 2col10
Not analysed yet
Φλαυίῳ Πανίσκῳ τῷ καὶ Λόγγῳ στρατηγῷ Ἑρμοπολίτου παρὰ Αὐρηλίων Κολλούθου Πεκύσιος μητρὸς Θερμούθιος ὡς ἐτῶν …οὐλὴ δακτύλῳ λιχανῷ ἀριστερᾶς χειρὸς καὶ Πετοβασθίος …μητρὸς Ἑλένης ἀμφοτέρων κωμαρκῶν ἐποικίου Δαμαράτου διʼ ἐμοῦ τοῦ παρόντος Κολλούθου. δίδομεν καὶ προσαγγέλλομεν τοὺς ὑπογεγραμμένους ἀνθʼ ἡμῶν εἰς τὴν αὐτὴν κωμαρχίαν ἐφʼ ᾧ αὐτοὺς ἀντιλαβέσθαι τῆς αὐτῆς χρείας ἀπὸ α τοῦ ὄντος μηνὸς Ἐπεὶφ ὄντας εὐπόρους καὶ ἐπιτηδείους κινδύνῳ ἡμῶν καὶ πάντων τῶν καταμενόντων ἐν τῷ αὐτῷ ἐποικίῳ ἐξ ἀλληλεγγύης ὃυς καὶ ἡμεῖς ἐγγυώμεθα εἰς παράστασιν. εἰσὶ δέ· Λῦτις Νικάνδρου μητρὸς …ς ὡς ἐτῶν λε πόρον ἔχων δραχμῶν Β. Κοπρέας Πολεῖτος μητρὸς …ς ὡς ἐτῶν ν πόρον ἔχων δραχμῶν Β. διευτύχει. ἔτους ιβ Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἐπεὶφ κβ οἱ προκείμενοι κωμάρχαι διʼ ἐμοῦ τοῦ παρόντος Κολλούθου ἐπιδεδώκαμεν …