Ancient Greek
P.Flor. 1 3
Documentary Papyri, P.Flor. 1 3
Not analysed yet
Αὐρηλίῳ Ὠριγένει στρατηγῷ Ἑρμοπολείτου παρὰ Αὐρηλίων Παήσιος Στεφάνου μητρὸς Α… καὶ Σιλβανοῦ Πακύμιος μητρὸς Ἑλένης ἀμφοτέρων κωμαρχῶν κώμης Σενομβώ. ἀναδίδομεν καὶ προσαγγέλλομεν τοὺς ἑξῆς ἐγγεγραμμένους ἐργάτας ἀπελευσομένους εἰς τὸ κατὰ Ἀλαβαστρίνην μέταλλον πρὸς ἄμειψιν τῶν ἐκεῖσε προαποσταλέντων ἐργατῶν ὄντας εὐθέτους καὶ ἐπιτηδείους κινδύνῳ ἡμῶν καὶ πάντων τῶν ἀπὸ τῆς κώμης ἐξ ἀλληλεγγύης. εἰσὶ δέ· Αὐρήλιοι Εὖτις Σιλβανοῦ Ι…τ Τασυτίος οὕσπερ ἐγγυώμεθα καὶ παραστήσομεν ἀμέμπτως ἀποπληροῦντας τὴν ἐγχειρισθεῖσαν αὐτοῖς ἐργατείας χρείαν καὶ μὴ ἀπολιμπανομένους τῶν ἐκεῖσε ἄχρι κελεύσεως ἤτοι ἀμείψεως. ἐὰν δὲ ἀφυστερήσωσι καὶ μὴ παραστήσωμεν ἡμεῖς αὐτοὶ τὸν ὑπὲρ αὐτῶν λόγον ὑπομενοῦμεν. καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. ἔτους ιζ καὶ ἔτους ιϛ τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ ἔτους ἐνάτου τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων ὑπατείας Ποστουμίου Τιτιανοῦ καὶ Οὐιρίου Νεπωτιανοῦ. Μεσορὴ …ἐπιδεδώκαμεν. Αὐρήλιος Ὡρίων ἔγραψα ὑπὲρ αὐτῶν φασκόντων μὴ εἰδέναι γράμματα.