Ancient Greek
P.Flor. 1 33
Documentary Papyri, P.Flor. 1 33
Not analysed yet
…βουλῆς ὑπόμνημα ……νει τῷ τούτων κ…τας εἰπὼν ……πορίζεται ἀπὸ τῶν πολιτικῶν χρημάτων καθʼ ἕκαστον ἐνιαυτὸν διὰ τὸ δημόσιον αὐτὸν …ς πόλεως δῆλον δὲ καὶ τῇ σῇ ἐπιεικείᾳ ὡς τοὺς τοιούτου ἀφέλκεσθαι εἰς ἕτερόν τι κωλύουσιν οἱ νόμοι, οὓς καὶ σὺ φυλάττεις ἀεὶ ἐπʼ αὐξήσει τῶν κοινῶν. ἀνενηνόχαμεν δὲ περὶ αὐτοῦ τῷ διασημοτάτῳ ἡμῶν ἡγεμόνι Σατρίῳ Ἀρριανῷ παρατιθέμενοι ὡς μέγας κίνδυνος τῶν ὑπομνημάτων καὶ τῶν ἄλλων παντοίων δημοσίων τε καὶ πολιτικῶν βιβλίων καὶ ὡς εἰπεῖν ἑκάστου τῶν προ…φορων αἱ εὐθύναι περὶ αὐτὸν στρέφονται ἅτε ἐξετάσεσιν ὑποκείμενον καὶ ἐν μυρίαις καὶ πολυτρόποις γενόμενον αὐτῆς τῆς πίστεως ταύτης ἕνεκεν ἐπί τε τοῦ θεοφιλεστάτου ἡμῶν τοῦ πρεσβυτέρου βασιλέως Διοκλητιανοῦ τοῦ ἀθανάτου καὶ ἐπὶ τῶν διαδεχομένων τὰ μέρη τῶν ἐξοχωτάτων ἐπάρχων διαφόρων τε ἡγεμόνων, φυλαττόμενον δὲ οὐδὲν ἧττον.