Ancient Greek
P.Flor. 1 35
Documentary Papyri, P.Flor. 1 35
Not analysed yet
…παρὰ Αὐνῆτος Ἥρωνος καὶ μετόχων σιτολόγοι κώμης Ταλεῖ. ἐμετρήθησαν ἡμῖν ἐπὶ τῆς ιβ τοῦ ὄντος μηνὸς Φαῶφι τοῦ ἐνεστῶτος ὀγδόου ἔτους Ἀντωνίνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν μεγίστων ἀπὸ γενήματος ζ ἔτους ὑπὲρ Ἰβιῶνος Εἰκοσιπενταρούρων κληρούχων πυροῦ μέτρῳ δημοσίῳ ξυστῷ ἔπαιτον ἀρτάβας ἓξ τρίτον προσμετρουμένων πυροῦ ἀρτάβην α ιβ, γίνονται τοῦ συναιρέματος πυροῦ ἀρτάβαι ἑπτὰ τρίτον δωδέκατον, γίνονται πυροῦ ἀρτάβαι ζ γ ιβ. Αὐνῆς Ἥρωνος σιτολόγος διὰ Διονυσίου γραμματέως μεμέτρημαι τὰς τοῦ πυροῦ ἀρτάβας ἑπτὰ τρίτον δωδέκατον, γίνονται πυροῦ ἀρτάβαι ζ γ ιβ.