Ancient Greek
50.3.71 to 50.3.83
Documentary Papyri, P.Flor. 1 50.3.71-83
Not analysed yet
χρηστηρίοις καὶ ἀνήκουσι πᾶσι καὶ εἰσόδοις καὶ ἐξόδοις καὶ περὶ Ἄμμωνος κατὰ κοινωνίαν Εὐδαίμονος ἀδελφοῦ ἀμπελικὸν κτῆμα σὺν χρηστηρίοις καὶ ἀνήκουσι πᾶσι καὶ οἰκοπέδοις καὶ …ριοις καὶ κιναρεῶσι καὶ τοῖς ἐνοῦσι φυτοῖς πᾶσι …καὶ ἀκανθῶσι …ος περιβόλων καὶ περιστερέωσι καὶ τῆς προσπαρακειμένης λίμνης οἵας ἐστὶ διαθέσεως ὑπὸ …ἀπὸ ἀρουρῶν κε 𐅸η τὸ ἥμισυ μέρος ἀρούρας δώδεκα ἥμισυ τέταρτον ὀγδόον ἑκκαιδέκατον καὶ ἐκ τοῦ Νεικοδήμου περὶ τὴν αὐτὴν ἰδιωτικῆς γῆς κατὰ κοινωνίαν τοῦ αὐτοῦ Κλαυδίου Εὐδαίμονος ἀπὸ ἀρουρῶν η τὸ ἥμισυ μέρος ἀρούρας τέσσαρας καὶ περὶ τὴν αὐτὴν ἐκ τοῦ Νείκωνος ἰδιωτικῆς γῆς κατὰ κοινωνίαν τοῦ αὐτοῦ ἀπὸ ἀρουρῶν ϛ τὸ ἥμισυ μέρος ἀρούρας τρεῖς καὶ ἐκ τοῦ Μητόκου περὶ …ν ἰδιωτικῆς γῆς κατὰ κοινωνίαν τοῦ αὐτοῦ ἀπὸ ἀρουρῶν γ τὸ ἥμισυ μέρος ἀρούραν μίαν ἥμισυ καὶ ἐκ τοῦ Νειλέως καὶ Μοσχίωνος κατὰ κοινωνίαν τοῦ αὐτοῦ ἀπὸ ἀρουρῶν δ σὺν τῷ ἐνελκομένης βασιλικῆς γῆς ἀρούρης τετάρτῳ τὸ ἥμισυ μέρος ἀρούρας δύο καὶ περὶ Τλήθμιν ἐν πεδίοις …ως ἐκ τοῦ Χαιρεφάνους ἀρούρας δύο δίμοιρον καὶ περὶ Τέρτον Πετοχνοῦβιν ἐκ τοῦ Λυσήνου Στεφάνου ἀρούρας τρεῖς ἥμισυ τέταρτον καὶ ἐκ τοῦ Στεφάνου ἀρούρας τρεῖς καὶ περὶ τὴν αὐτὴν Τέρτον Πετοχνοῦβιν ἐκ τοῦ Ἀματόκου κλήρου τέταρτον μέρος ἀμπελικοῦ κτήματος ὄντος ἐπὶ …ρτογος διώρυχος τρίτην μερίδα νότον ἐπὶ βορρᾶ πλησίον τῆς μερίδος Θέωνος εἰς λίβα ἀπὸ κορμοῦ εἰς κορμὸν ἐξ ἴσου τῆς ἀμπέλου μεριζομένης ἑκάστῳ σὺν τοῖς ἐνοῦσι φοίνιξι καὶ φυτοῖς πᾶσι τοῖς οὖσι ἐν αὐτῇ τῇ ἀμπέλῳ καὶ τοῖς ἐκ νότου καὶ βορρᾶ ἐφʼ ὅσον παρατείνει ἡ μερὶς ἐντὸς περιβόλου καὶ ἥμισυ μέρος λιβικοῦ ὑδρεύματος κατὰ κοινωνίαν Κλαυδίου Ἰσιδωριάνου τοῦ εἰλήφοτος τὴν ἐκ λιβὸς αὐτοῦ μερίδα καὶ τέταρτον μέρος καλαμίας νότον ἐπὶ βορρᾶ τῆς τε ἐντὸς τειχῶν καὶ ἐκτὸς ἀπὸ ἀρουρῶν η ἐκ βορρᾶ καὶ νότου τοῦ κτήματος ἐν δυσὶ κοίταις κατὰ τὸ αἱροῦν τῆς τε ἐναρέτου καὶ χέρσου ἀρούρας β καὶ περὶ Σινταφοῦ ἐκ τοῦ Φιλ… καὶ περὶ τὴν αὐτὴν ἐκ τοῦ …κατὰ κοινωνίαν Κλαυδίου Ἰσιδωριάνου καὶ …ου …περὶ …υ τέταρτον …ἐκ τοῦ Θεοδότου ……παραδείσου …κατὰ κοινωνίαν Κλαυδίων Εὐδαίμονος καὶ Ἰσιδωριάνου ἀδελφῶν τὸ τρίτον μέρος ἀρούρας ἕνδεκα ὀγδόον δυοτριακοστὸν καὶ περὶ Σκόρδων δημοσίας γῆς …αρ… ἀρούρας …ἥμισυ τέταρτον καὶ περὶ Τεμσεῦ Πατεμιτ ἐκ τοῦ Φιλοκώμου καὶ Διογένους κλήρων ἀπὸ ἀρουρῶν π 𐅵τὰς ἐπὶ ἀπηλιωτικῆς κεφαλῆς πρώτης μερίδος νότον ἐπὶ βορρᾶ ἀρούρας εἴκοσι ἥμισυ καὶ περὶ τὴν