Ancient Greek
50.4.97 to 50.4.109
Documentary Papyri, P.Flor. 1 50.4.97-109
Not analysed yet
λιθοστρώτου δρόμου Ἑρμοῦ θεοῦ τρισμεγάλου καὶ ἐπὶ τῆς Ἀντινόου πόλεως ἡμίσους μέρους ψιλοῦ τόπου ἐν ᾧ κατάγειον πρότερον Ἰσιδώρας ἐν τῷ τετάρτῳ πλινθίῳ καὶ περὶ Τέρτον Πετοχνοῦβιν ἐκ τοῦ Λυσηνοῦ παραδείσου ἠμελημένου ἀρουρῶν τριῶν ἡμίσους καὶ ἐν τῷ προκειμένῳ χωρίῳ ἐπὶ τῆς …ωτος διώρυχος οἰκίας καὶ ληνῶνος καὶ πίθου καὶ ἡλιαστηρίου καὶ βουστασίου καὶ τῶν ἐνόντων ἐν αὐτῷ οἰκοπέδων καὶ τῶν ἔξωθεν τοῦ χωρίου τῶν ἐνόντων νῦν φυτῶν καὶ τοῦ ἐκ λιβὸς τῶν οἰκοπέδων ἡμιτετάρτου ὑδρεύματος κατὰ κοινωνίαν τοῦ λοιποῦ τετάρτου μέρους κληρονόμων Εὐήρου καὶ περὶ Σηναρχηβιν κεραμείου ον…ρο…νεριου καλουμένου Τε…α σὺν χρηστηρίοις καὶ οἰκοπέδοις πᾶσι κατὰ τὸ τέταρτον μέρος καὶ ἐν κώμῃ Θελβῶνθει τοῦ ἐπιβάλλοντος τῷ μακαρίτῃ ἡμῶν ἀδελφῷ Κλαυδίῳ Μαικηνᾷ πρότερον Σακινη… Πλουτίωνος μέρους οἰκίας καὶ αὐλῆς σὺν χρηστηρίοις καὶ ἀνήκουσι πᾶσι καὶ εἰσόδοις καὶ ἐξόδοις καὶ ἐν κώμῃ Σκόρδων ἡμίσους μέρους οἰκίας καὶ ἐπαύλεως ἐν ᾗ περιστερεὼν σὺν χρηστηρίοις καὶ ἀνήκουσι πᾶσι καὶ εἰσόδοις καὶ ἐξόδοις κατὰ κοινωνίαν τοῦ λοιποῦ ἡμίσους μέρους μόνου Κλαυδίου Θέωνος καὶ ἐν τῷ προκειμένῳ ἐποικίῳ καλουμένῳ Νεάρχου περὶ Ψῶβθον Χεναρσιήσιν πάντων τῶν ὄντων οἰκοπέδων καὶ κέλλων καὶ θησαυρῶν καὶ ληνώνων καὶ πίθων καὶ ἡλιαστηρίου καὶ περιστερεῶνος καὶ σιτοκοπικοῦ ἐργαστηρίου καὶ κεραμείου καὶ λεπτοκεραμείου καὶ ἀνηκόντων πάντων καὶ εἰσόδων καὶ ἐξόδων καὶ πάντων τῶν ἐκτὸς τῶν περιβόλων τοῦ χωρίου τῆς ἀμπέλου ἐκ τῶν τεσσάρων ἀνέμων φυτῶν καὶ δένδρων καὶ τῶν ἐν αὐτῷ τῷ ἐποικίῳ φυτῶν καὶ τῶν περὶ τὸ μέγα ὕδρευμα καὶ κρηνῶν φυτῶν πάντων καὶ τοῦ ἐκτὸς ὑδρεύματος ὄντος ἀναβατικοῦ ἐξαπηλιωτικοῦ ἐποικίου καὶ τῆς ἐπισκευῆς καὶ κατασκευῆς αὐτοῦ τοῦ ὑδρεύματος οὔσης πρὸς τὴν κοινότητα ἐφʼ ᾧτε τοὺς λαχόντας τὰς βορινὰς μερίδας τοῦ αὐτοῦ ἐποικίου ποιῆσαι ἑαυτοῖς ἀμάραν ἀπὸ ἰδίων ἀναλωμάτων παρατείνουσαν μέχρι τῆς συνήθους ἀμάρας τὴν χορηγοῦσαν ὕδωρ ἀπὸ ἰδίων ὑδρευμάτων εἴς τε τὴν ποτίστραν τῶν βοῶν καὶ εἰς τὸ κεραμείον ὥστε ἑκάστην μερίδα ἐπάναγκες χορηγεῖν ἐπὶ ἡμέρας δεκαπέντε εἴς τε τὴν ποτίστραν τῶν βοῶν καὶ εἰς τὸ κεραμείον καὶ λεπτοκεραμείον ὡσαύτως ἐπιχορηγεῖν τοὺς λαχόντας τὰς νοτινὰς μερίδας ταῖς ἑαυτῶν καλαμίαις διὰ ἰδίων αὐτῶν ἀμαρῶν ἐφʼ ᾧτε ἐνιαυτῷ παρʼ ἐνιαυτὸν ἑκατέρους προτέρους τρυγᾶν καὶ τὴν εἰσόδον καὶ ἐξόδον τὴν ἐπὶ τοὺς ληνῶνας μόνῃ τῇ τρυγῇ ἐπάναγκες εἶναι τῶν τεσσάρων μερίδων διὰ τοῦ βορινοῦ πωμαρίου καλουμένου Λαλάχου τῶν δημοσίων