Ancient Greek
P.Flor. 1 52
Documentary Papyri, P.Flor. 1 52
Not analysed yet
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Οὐάλεντος τὸ ε καὶ Οὐαλεντινιανοῦ νέου τὸ α αἰωνίων Αὐγούστων …Αὐρήλιοι Ἰωάννης …ος ὡς ἐτῶν …οὐλὴ δακτύλῳ λιχανῷ ἀριστερᾶς χειρὸς καὶ ὁ δεῖνα ὁμοπάτριος ἀδελφὸς ὡς ἐτῶν κθ οὐλὴ δακτύλῳ μέσῳ ἀριστερᾶς χειρὸς καὶ Εἰρην… μ…ος ὡς ἐτῶν κδ οὐλὴ δακτύλῳ μικρῷ ἀριστερᾶς χειρὸς καὶ Σερῆνος… οὐλὴ δακτύλῳ λιχανῷ ἀριστερᾶς χειρὸς καὶ Αρα…της Πα… μητρὸς Εἰρήνης ὡς ἐτῶν …οὐλὴ …καὶ Σιλβανὸς Παχυμίου μητρὸς Ἑλένης ὡς ἐτῶν λγ οὐλὴ δακτύλῳ λιχανῷ ἀριστερᾶς χειρὸς καὶ ὁ δεῖνα τοῦ δεῖνος μητρὸς Θαήσιος ὡς ἐτῶν …οὐλὴ ἀντίχειρι ἀριστερᾶς χειρὸς καὶ Ἰσίδωρος Πευῆτος τοῦ δεῖνος ὡς ἐτῶν …οὐλὴ δακτύλῳ λιχανῷ ἀριστερᾶς χειρὸς καὶ Φῖβις ὡς ἐτῶν …οὐλὴ δακτύλῳ μ… καὶ ὁ δεῖνα ὡς ἐτῶν …οὐλὴ δακτύλῳ παραμέσῳ ἀριστερᾶς χειρὸς καὶ …μητρὸς Διοδώρας ὡς ἐτῶν μϛ οὐλὴ δακτύλῳ λιχανῷ ἀριστερᾶς χειρὸς καὶ Ἰβόις ὡς ἐτῶν …καὶ ……ἀμφότεροι πατρὸς Παθώτου μητρὸς Τβήσιος καὶ …ος Α… οὐλὴ δακτύλῳ παραμέσῳ ἀριστερᾶς χειρὸς προεστὼς …ου καὶ …ὡς ἐτῶν λε οὐλὴ δακτύλῳ λιχανῷ ἀριστερᾶς χειρὸς οἱ πάντες ἀπὸ κώμης …τοῦ Ἑρμοπολείτου νόμου Αὐρηλίῳ Δωροθέῳ Σιλβανοῦ πολιτευομένῳ Ἑρμοῦ πόλεως χαίρειν. ὁμολογοῦμεν ἀλληλέγγυοι ὄντες εἰς ἔκτισιν ἔχειν σοι καὶ ὀφείλειν …τὰ γεγενημένα βλάβη τοῦ ἐνπρισμοῦ τῶν σιτικῶν σου καρπῶν περὶ Σεσιὺ σίτου ἀρτάβας τριακοσίας καὶ ἀχύρου σιτινοῦ σφυρίδια τριακοσία, γίνονται σιτου ἀρτάβαι τ καὶ ἀχύρου σφυρίδια τ· ἃς παραδώσομεν …εὐτυχοῦς ϛ νέας ἰνδικτίονος ἀνυπερθέτως ἐν σίτῳ νέῳ καθαρῷ ἀδόλῳ ἀβόλῳ α…αιω καὶ τὸ ἄχυρον νέον γινομένης σοι τῆς πράξεως ἔκ τε ἡμῶν καὶ ἐκ τῶν ὑπαρχόντων ἡμῖν πάντων καθάπερ ἐκ δίκης· τὸ γράμμα κύριον καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. …καὶ ὀφείλομέν σοι τὰ γεγενημένα βλάβη τοῦ ἐνπρισμοῦ τῶν σιτικῶν σου καρπῶν περὶ Σεσιὺ σίτου ἀρτάβας τριακοσίας καὶ ἀχύρου σιτίνου σφυρίδια τριακοσία καὶ παραδώσομεν …ὡς πρόκειται. Αὐρήλιος Εὐλόγιος ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων διʼ ἐμοῦ Δωροθέου ἐγράφη.