Ancient Greek
56.17 to 56.23
Documentary Papyri, P.Flor. 1 56.17-23
Not analysed yet
ἐπιτελεσθῆναι δέομαι ἐπὶ τῆς διαλογῆς συνκρῖναι γράψαι τῷ τοῦ Ἑρμοπολείτου στρατηγῷ ἐμβιβάσαι με εἰς τὰ καταγραφέντα ὡς πρόκειται πάντα καὶ συνεπισχύειν μοι ἐν τῇ τούτων κρατήσει καὶ κυρείᾳ καὶ ἀποφορᾷ τῶν περιεσομένων καὶ ἐν οἷς ἄλλοις αὐτοῦ προσδέομαι περὶ τούτων τοῖς προστεταγμένοις ἀκολούθως μὴ ἐλαττουμένης μου καὶ ἐν οἷς ἑτέροις ἔχω δικαίοις ὡς καθήκει. ἔτους ιγ Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Φαῶφι γ Σεβαστῇ. Αὐρηλία Ἀρητοῦς ἡ καὶ Ἡρωνοῦς Ἥρωνος ἐπιδέδωκα. Αὐρήλιος Ἀθηνόδωρος Ἡρώδου ἔγραψα ὑπὲρ αὐτῆς γράμματα μὴ εἰδυίης. Αὐρήλιος Ἑρμῖνος ὑπηρέτης μετέδωκα Αὐρηλίῳ Ἀχιλλάμμωνι Ἑρμησίωνος γεωργῷ ἐνώπιον ὡς καθήκει καὶ συνοίκῳ. ἔτους ιγ Ἐπεὶφ θ. Αὐρήλιος Παμοῦνις Κάστορος μητρὸς Ταύριος ὡς ἐτῶν θ οὐλὴ ἀντικνημίῳ ἀριστερῷ ἀφῆλιξ κληρονόμος τοῦ προκειμένου ὑποχρέου μετέλαβα τούτου τὸ ἴσον ἐνώπιον ὡς καθήκει λόγου μοι φυλασσομένου πρὸς τὴν προκειμένην Ἀρητοῦν περὶ ὧν ἔχω παντοίων καθʼ ὁντιναοῦν τρόπον δικαίων. ἔτους ιγ Ἐπεὶφ ι. Αὐρήλιος Σιλβανὸς Ἑρμίνου ἔγραψα ὑπὲρ αὐτοῦ φάσκοντος μὴ εἰδέναι γράμματα. Αὐρήλιος Ἑρμεῖνος ὑπηρέτης μετέδωκα Αὐρηλίῳ Ἀχιλλάμμωνι Ἑρμησίωνος γεωργῷ τῷ συνοίκῳ καὶ Αὐρηλίῳ Παμούνει Κάστορος μητρὸς Ταύριος ἀφήλικι κληρονόμῳ τοῦ διʼ αὐτοῦ δηλουμένου ὑποχρέου ἐνώπιον ὡς καθήκει. ἔτους ιγ Ἐπεὶφ ιγ.