Ancient Greek
P.Flor. 1 8
Documentary Papyri, P.Flor. 1 8
Not analysed yet
Διόσκορος Ἑρμαίου Ἑρμοπολίτης Μητόκῳ καὶ Ὡρίωνι ἀμφοτέροις Ἑρμαίου καὶ Ἀσκληπιάδῃ Καλλιστράτου Ἑρμοπολίταις χαίρειν. ὁμολογῶ ἑκουσίως παρειληφέναι καὶ ἐγγεγυῆσθαι Μένανδρον Διονυσίου κωμογραμματέα Σενκύρκεως καὶ Ταχόϊ καὶ ἄλλων κωμῶν τοῦ Λευκοπυργείτου κάτω ὃν καὶ παραστήσω ὁπηνίκα ἐὰν αἱρῆσθε ἐὰν δὲ μὴ παραστήσω ε…ω ἐγώ, τὰ κατʼ αὐτὸν ἐμοῦ σοι παριστάντος ὡς λήμψομαι τὴν ἐνγύην. ἔτους β… Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Μεχεὶρ ιε.