Ancient Greek
P.Flor. 1 80
Documentary Papyri, P.Flor. 1 80
Not analysed yet
Ἁρπαῆσις Φθόναρος τῶν ἀπὸ κώμης Ἰβίωνος Τατκελμεως καὶ Τοθήους Πολεῖτος τῶν ἀπὸ Σεσιοὶ καὶ Ἰναρῶυς Πανεχώτου τῶν ἀπὸ Σιλαμόνθα καὶ Θέων Σαραπίωνος Ἑρμοπολίτης καὶ Πεουῆς Τοθήους καὶ Σαραπίων Θέωνος Ἑρμοπόλιται οἳ ἕξ θερισταὶ Πολυδεύκει Κάστορος χαίρειν. ὁμολογοῦμεν παρέξειν ἡμᾶς θερίζοντας οὓς ἔχεις πυρίνους σπόρους ἐν κώμῃ Θνῆφι καὶ Βῶυ καὶ ἐν Ἰβίωνι Τατκελμεως ἀρούρας πεντηκοντατέσσαρες μισθοῦ ἑκάστης ἀρούρης τῆς ἐν σπόρῳ φανησομένης πυροῦ ἀρτάβης ἡμίσους ἀρξόμεθα δὲ τοῦ θερισμοῦ ὁπότε ἐὰν κελευσθῶμεν ὑπό σου …εξο…ερ…