Ancient Greek
P.Flor. 1 82
Documentary Papyri, P.Flor. 1 82
Not analysed yet
…ωρου Εὐτυχίδηι Εὐδαίμονος χαίρειν. ὁμολογῶ ἐσχηκέναι παρά σου χρῆσιν ἔντοκον λαχανοσπέρμου ἀρτάβας δεκαοκτὼ ἥμισυ, γίνονται λαχανοσπέρμου ἀρτάβαι ιη 𐅵,ἃς καὶ μετρήσω σοι ἐκ τοῦ ἐμοῦ …συνγεωργῶ μετά σου λαχάνου ἐκ τοῦ …κλήρου ἐν τῷ Ἐφεὶπ μηνὶ τοῦ ἐνεστῶτος δευτέρου ἔτους Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ μέτρῳ ἐλαιουργικῷ ἑπταμέτρῳ καθεσταμένας εἰς Σελιλᾶιν εἰς οἶκον παρά σε ἄνευ πάσης ὑπερθέσεως καὶ εὑρησιλογίας