Ancient Greek
P.Flor. 1 94
Documentary Papyri, P.Flor. 1 94
Not analysed yet
μετὰ τὴν ὑπατείαν Φλαυίου Λογγίνου τοῦ λαμπροτάτου τὸ β Φαῶφι κ ιε ἰνδικτίονος. ὁ δεῖνα …ς μητρὸς Ἡραίδος διάκονος ἀπὸ …ακτορι…αμμωνος …Φοιβάμμονος ἰατροῦ ἀπὸ τῆς Ἑρμοπολίτων χαίρειν. ὁμολογῶ ὀφείλειν σοι καὶ χρεωστεῖν …ος ἐκφορίων καρπῶν πεντεκαιδεκάτης ἰνδικτίονος κεφαλαίου σίτου ἀρτάβας τέσσαρας καὶ κριθῆς ἀρτάβας τρεῖς ἥμισυ, γίνονται σίτου ἀρτάβαι δ καὶ κριθῆς ἀρτάβαι γ 𐅵,ἅς σοι μετρήσω καὶ ἀποδώσω τῷ Ἐπεὶφ μηνὶ ἀπὸ τῆς συγκομιδῆς καρπῶν τῆς εὐτυχοῦς πρώτης ἰνδικτίονος ἐν σιτοκρίθῳ νέῳ καθαρῷ κεκοσκινευμένῳ μέτρῳ Ἀθηναίῳ χωρίς τινος ἀντιλογίας καὶ δίκης καὶ κρίσεως πάσης. εἰ μὴ ἀποδοίην …ε…