Ancient Greek
P.Flor. 2 135
Documentary Papyri, P.Flor. 2 135
Not analysed yet
παρὰ Ἀλυπίου τὰ ἀπολυθέντα σοι οἴνου δίχωρα δώδεκα ἀπὸ φροντίδος Εἰκοσιπενταρούρων οἰκονόμησον πρὸς δραχμὰς τεσσεράκοντα δύο καὶ ἀνάλωσον εἰς τὰ παρά σοι ἔργα σεσημείωμαι καὶ οἰκονόμησον τὰ τοῦ οἴνου δίχωρα δώδεκα ὡς τοῦ διχώρου πρὸς δραχμὰς τεσσεράκοντα τέσσαρας . Ἡρωνείνῳ φροντιστῇ Θρασώ. ἔτους θ Παχὼν ιζ