Ancient Greek
P.Flor. 2 140 Ro
Documentary Papyri, P.Flor. 2 140r
Not analysed yet
χαίροις κύριέ μου Ἀλύπι. Ἀνουβίων σε προσαγορεύω. ἐπιστόλιον τοῦ ἀδελφοῦ σου Κλαυδιανοῦ ἐσφραγισμένον τῇ αὐτοῦ σφραγῖδι ἔπεμψά σοι. τοῦτο λαβὼν ἀντιγράψεις αὐτῷ εὖ ποιήσεις κύριέ μου προνοήσας καὶ ἐμοὶ μετρητοῦ ὀμφακίνου οἴνου ἧς ἐὰν ἦν τιμῆς. ἐρρωμένος μοι διατελοῖς μετὰ τῶν φιλτάτων κύριέ μου ἀσύγκριτε Ἀλύπι