Ancient Greek
P.Flor. 2 141
Documentary Papyri, P.Flor. 2 141
Not analysed yet
παρὰ Ἀλυπίου παράδος Παλᾷ φροντιστῇ Φιλωτερίδος εἰς τὰ παρʼ αὐτῷ ἀναλώματα ὧν λόγον δώσει ἐκ τῶν ἑτοιμοτέρων οἴνου δίχωρα δώδεκα· γίνεται οἴνου δίχωρα ιβ, λαμβάνων παρʼ αὐτοῦ γράμματα τῆς παραλήμψεως. σεσημείωμαι καὶ παράδος τὰ τοῦ οἴνου δίχωρα δώδεκα ὡς πρόκειται. Παλᾶς παρέλαβον τὰ προκείμενα δίχωρα δεκαδύο ὧν λόγον δώσω. Ἡρωνείνῳ φροντιστῇ Θρασώ. ἔτους ιβ Ἁθὺρ ιδ