Ancient Greek
P.Flor. 2 167 Vo
Documentary Papyri, P.Flor. 2 167v
Not analysed yet
παρὰ Ἀλυπίου. τρία καμήλια ἀπέστειλα ἵνα ζυγόταυρά μοι ἀποστείλῃς. ἐκ παντὸς οὖν τρόπου τὰ τρία καμήλια γόμωσον ζυγοταύρων ἕξ ἔχεις γὰρ ἃ εἶδον μὲν ἐγὼ …παρὰ τῷ κτηματίῳ ὄντα τοῦ Χρυσοχόου· ἔχεις δὲ καὶ ἄλλα ἐπικείμενα …πάντως κόψον καὶ πέμψον. χρῄζω δὲ ὀκταπήχων …ἐννεαπήχων ερ…ω… γλωσσοκόμων τῶν ω… ἀντλούντων εων… τος τροπὰς τοὺς τρεῖς γόμωσον… ἵνα μὴ τὰ ναῦλα αὐτῶν ζημιώθῃς καλὰ δς ἔστω καὶ …πεποιημένα. ἐὰν γὰρ …τασ…ης σαυτῷ …τοῖς μέντοι γεναμένοις καμηλίταις δὸς τροφὰς τὰς συνήθεις. ἐρρῶσθαί σε εὔχομαι.