Ancient Greek
P.Flor. 2 173
Documentary Papyri, P.Flor. 2 173
Not analysed yet
παρὰ Ἀπιανοῦ. ὁ κύριός μου υἱὸς Πρῖμος ὁ ἀξιολογώτατος ἐχέτω πᾶσαν ὑπηρεσίαν καὶ οἰνάρια ἐπιτήδεια καὶ δελφάκιον καὶ ἀρτίδια καὶ τὰ ἄλλα πάντα ἀλλʼ ἵνα μοι μαρτυρήσῃ καὶ τὴν ξενίαν δὲ ἐχέτω καὶ εἴ τι ἄλλο ἐνδέχεται. ἐρρῶσθαί σε εὔχομαι Ἡρωνίνῳ φροντιστῇ Θεαδελφίας. γ ἔτους Τῦβι ιζ