Ancient Greek
P.Flor. 2 201
Documentary Papyri, P.Flor. 2 201
Not analysed yet
παρὰ Ἰσχυρίωνος. ἐπεὶ ἔγραψεν ὁ κύριός μου Ἀλύπις ὡς αὔριον μετὰ τοῦ διοικητοῦ ἐνθάδε ἐρχόμενος φροντίς σοι γενέσθω ἀπὸ νυκτὸς τοὺς παρά σοι ἁλιέας ἀποστεῖλαι ἔχοντας ἰχθὺν πλεῖστον καὶ κάλλιστον. ἀλλʼ ἕωθεν ἀνερχέσθωσαν. ἐρρῶσθαί σε εὔχομαι. Ἡρωνείνῳ φροντιστῇ Θρασώ. ἔτους ζ Φαμενὼθ γ