Ancient Greek
P.Flor. 2 210
Documentary Papyri, P.Flor. 2 210
Not analysed yet
Μόνιμος Ἡρωνείνῳ τῷ φιλτάτῳ χαίρειν. παρέλαβον καὶ σήμερον ἥτις ἐστὶν Χοιὰκ ιθ διὰ Ἡρακλέωνος καὶ Ηουτος ὀνηλατῶν διὰ ὄνων θηλειῶν ζ οἴνου δίχωρα ιβ μονόχωρα κδ γίνεται ἁπλᾶ μονόχωρα νϛ. ἀλλὰ μὴ θελήσῃς μοι πέμψαι ὄξος· καὶ γὰρ ἐντολὰς ἔσχον διὰ τοῦ ἐπιστολιδίου παρὰ τοῦ ἐυσχήμονος. καὶ ἐάν σοι δοκεῖς πέμψαι μοι ἐκ τῶν σῶν ἐκ τούτων ἵνα ὡς ἔχεις συνήθειαν πωλῶ σοι. ἐρρῶσθαί σε εὔχομαι ἔτους γ Χοιὰκ ιθ