Ancient Greek
P.Flor. 2 215
Documentary Papyri, P.Flor. 2 215
Not analysed yet
Νίννος Ἡρωνίνωι καὶ Ποντικῷ τοῖς φιλτάτοις χαίρειν. ἕνα ἄξονα ἐννεάπηχυν ἐξαυτῆς ἀναπέμψατε χωροῦντα εἰς κῆπον Διοσκόρου καὶ Βετιλου ἀλλʼ ἐξαυτῆς ἐπεὶ ω…τε…νος …ν κηπω… τος ἐστὶν πέμψασθαι αὐτὸν σὺν τῷ μεχ… σιως. τὸ δὲ ἐπιστόλιον ὃ συνέπεμψα πρὸς Ἥρωνα ἵνα ἐκεῖθεν τὸ κάρνον αὐτὸ τὴν αὐτὴν ἀνακομίσῃ πέμψατε. τούτου δὲ ἕνεκεν ἀπέστειλα πρὸς ὑμᾶς τινα ἵνα μὴ αὐτὸν κατάσχητε. ἐρρῶσθαι ὑμᾶς εὔχομαι φίλτατοι. γ ἔτους Φαρμοῦθι ε Ἡρωνίνῳ φροντιστῇ καὶ Ποντικῷ