Ancient Greek
P.Flor. 2 218
Documentary Papyri, P.Flor. 2 218
Not analysed yet
παρὰ Ὀφελλίου. ποίησον τοὺς παρά σοι τέκτονας κόψαι ἁψίδα μίαν καὶ ἀνάπεμψον εἰς τὴν πόλιν διʼ Ἀνούφεως ταυρελάτου χωροῦσαν εἰς κατασκευὴν τροχοῦ ἑνὸς τοῦ ὑπὸ αὐτὸν κάρνου. ἀλλὰ πάντως ἵνα τὸ κάρνον μὴ καταργηθῇ. οὐκ ἀγνοεῖς γὰρ τὰ κατεπείγοντα ἔργα τῶν κάρνων. ἐρρῶσθαί σε εὔχομαι. Ἡρωνείνῳ φροντιστῇ. ἔτους δ Μεσορὴ γ